Wildebeest analysis examples for:   grc-grcbrent   ὗ    February 25, 2023 at 00:16    Script wb_pprint_html.py   by Ulf Hermjakob

11  GEN 1:11  Καὶ εἶπεν ὁ Θεὸς, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθʼ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς· καὶ ἐγένετο οὕτως.
12  GEN 1:12  Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθʼ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν.
42  GEN 2:11  Ὄνομα τῷ ἑνὶ, Φισῶν· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ· ἐκεῖ οὗ ἐστι τὸ χρυσίον.
44  GEN 2:13  Καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ, Γεῶν· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γὴν Αἰθιοπίας.
45  GEN 2:14  Καὶ ὁ ποταμὸς ὁ τρίτος, Τίγρις· οὗτος ὁ προπορευόμενος κατέναντι Ἀσσυρίων· ὁ δὲ ποταμὸς ὁ τέταρτος, Εὐφράτης.
67  GEN 3:11  Καὶ εἶπεν αὐτῷ ὁ Θεὸς, τὶς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπʼ αὐτοῦ ἔφαγες;
73  GEN 3:17  Τῷ δὲ Ἀδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπʼ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
100  GEN 4:20  Καὶ ἔτεκεν Ἀδὰ τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων.
101  GEN 4:21  Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ, Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.
106  GEN 4:26  Καὶ τῷ Σὴθ ἐγένετο υἱός· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Ἑνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.
135  GEN 5:29  Καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε, λέγων, οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός.
146  GEN 6:8  Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ.
147  GEN 6:9  Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησε Νῶε.
225  GEN 9:19  Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν.
236  GEN 10:1  Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σὴμ, Χὰμ, Ἰάφεθ· καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.
243  GEN 10:8  Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς.
244  GEN 10:9  Οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου.
255  GEN 10:20  Οὗτοι υἱοὶ Χὰμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
264  GEN 10:29  καὶ Οὐφεὶρ, καὶ Εὑεϊλὰ, καὶ Ἰωβάβ· πάντες οὗτοι υἱοὶ Ἰεκτάν.
266  GEN 10:31  Οὗτοι υἱοὶ Σὴμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
267  GEN 10:32  Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.
269  GEN 11:2  Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σεναὰρ, καὶ κατῴκησαν ἐκεῖ.
271  GEN 11:4  Καὶ εἶπαν, δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα, πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς.
277  GEN 11:10  Καὶ αὗται αἱ γενέσεις Σήμ· καὶ ἦν Σὴμ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησε τὸν Ἀρφαξὰδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν.
294  GEN 11:27  Αὗται δὲ αἱ γενέσεις Θάῤῥα· Θάῤῥα ἐγέννησε τὸν Ἅβραμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀῤῥάν· καὶ Ἀῤῥὰν ἐγέννησε τὸν Λώτ.
322  GEN 13:3  Καὶ ἐπορεύθη ὅθεν ἦλθεν εἰς τὴν ἔρημον ἕως Βαιθὴλ, ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον Ἀγγαί,
323  GEN 13:4  εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχὴν, καὶ ἐπεκαλέσατο ἐκεῖ Ἅβραμ τὸ ὄνομα τοῦ Κυρίου.
333  GEN 13:14  Ὁ δὲ Θεὸς εἶπε τῷ Ἅβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπʼ αὐτοῦ, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου οὗ νῦν σὺ εἶ πρὸς βοῤῥὰν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν·
340  GEN 14:3  Πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν.
361  GEN 14:24  Πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετʼ ἐμοῦ Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψονται μερίδα.
363  GEN 15:2  Δέγει δὲ Ἅβραμ, Δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ.
365  GEN 15:4  Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγουσα, οὐ κληρονομήσει σε οὗτος· ἀλλʼ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.
389  GEN 16:7  Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ.
394  GEN 16:12  Οὗτος ἔσται ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπʼ αὐτόν· καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.
396  GEN 16:14  Ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ, φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ.
416  GEN 17:18  Εἶπε δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου.
428  GEN 18:3  Καὶ εἶπε, Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου.
430  GEN 18:5  Καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε. Καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Καὶ εἶπεν, οὕτω ποίησον, καθὼς εἴρηκας.
466  GEN 19:8  Εἰσὶ δέ μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρα· ἐξάξω αὐτὰς πρὸς ὑμᾶς, καὶ χρᾶσθε αὐταῖς καθὰ ἂν ἀρέσκοι ὑμῖν· μόνον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε ἄδικον, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου.
477  GEN 19:19  Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπʼ ἐμὲ, τοῦ ζῆν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μή ποτε καταλάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω.
485  GEN 19:27  Ὤρθρισε δὲ Ἁβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον Κυρίου.
495  GEN 19:37  Καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ, λέγουσα, ἐκ τοῦ πατρός μου· οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας.
496  GEN 19:38  Ἔτεκε δὲ καὶ ἡ νεωτέρα υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀμμὰν, λέγουσα, υἱὸς γένους μου· οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας.
509  GEN 20:13  Ἐγένετο δὲ ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ, ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμὲ, εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἶπον ἐμὲ, ὅτι ἀδελφός μου ἐστίν.
511  GEN 20:15  Καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραὰμ, ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἄν σοι ἀρέσκῃ, κατοίκει.
531  GEN 21:17  Εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἦν· καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν Ἄγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ, τί ἐστιν Ἄγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἐστιν.
564  GEN 22:16  λέγων, Κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπτοῦ διʼ ἐμὲ,
571  GEN 22:23  Βαθουὴλ δὲ ἐγέννησε τὴν Ῥεβέκκαν. ὀκτὼ οὗτοι υἱοὶ, οὓς ἔτεκε Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ Ἁβραάμ.
596  GEN 24:4  Ἀλλʼ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
657  GEN 24:65  Καὶ εἶπε τῷ παιδὶ, τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπε δὲ ὁ παῖς, οὗτός ἐστιν ὁ κύριός μου· ἡ δὲ λαβοῦσα τὸ θέριστρον, περιεβάλετο.
663  GEN 25:4  Υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ, καὶ Ἀφεὶρ, καὶ Ἐνὼχ, καὶ Ἀβειδὰ, καὶ Ἐλδαγά· πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας.
671  GEN 25:12  Αὗται δὲ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραὰμ, ὃν ἔτεκεν Ἄγαρ ἡ Αἰγυπτία, ἡ παιδίσκη Σάῤῥας, τῷ Ἁβραάμ.
675  GEN 25:16  οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαὴλ, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν, καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν.
678  GEN 25:19  Καὶ αὗται αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραάμ· Ἁβραάμ ἐγέννησε τὸν Ἰσαάκ.
705  GEN 26:12  Ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν· εὐλόγησε δὲ αὐτὸν Κύριος.
706  GEN 26:13  Καὶ ὑψώθη ὁ ἄνθρωπος, καὶ προβαίνων μείζων ἐγένετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα.
712  GEN 26:19  Καὶ ὤρυξαν οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεράρων· καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος.
725  GEN 26:32  Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ παραγενόμενοι οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν, καὶ εἶπαν, οὐχ εὕρομεν ὕδωρ.
748  GEN 27:20  Εἶπε δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν, ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου.
789  GEN 28:15  Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.
791  GEN 28:17  Καὶ ἐφοβήθη, καὶ εἶπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο ἀλλʼ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
796  GEN 28:22  Καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ· καὶ πάντων ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.
845  GEN 30:14  Ἐπορεύθη δὲ Ῥουβὴν ἐν ἡμέρᾳ θερισμοῦ πυρῶν, καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ· εἶπε δὲ Ῥαχὴλ τῇ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς, δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
849  GEN 30:18  Καὶ εἶπε Λεία, δέδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθʼ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰσσάχαρ, ὅ ἐστι μισθός.
858  GEN 30:27  Εἶπε δὲ αὐτῷ Λάβαν, εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ.
878  GEN 31:4  Ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ῥαχὴλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια.
887  GEN 31:13  Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.
907  GEN 31:33  Εἰσελθὼν δὲ Λάβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας, καὶ οὐχ εὗρεν· καὶ ἐξῆλθεν ἐκ τοῦ οἴκου Λείας, καὶ ἠρεύνησε τὸν οἶκον Ἰακὼβ, καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν, καὶ οὐχ εὗρεν· εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ῥαχήλ.
909  GEN 31:35  Καὶ εἶπε τῷ πατρὶ αὐτῆς, μὴ βαρέως φέρε, κύριε· οὐ δυνάμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατʼ ἐθισμὸν τῶν γυναικῶν μοι ἐστίν· ἠρεύνησε Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ, καὶ οὐχ εὗρε τὰ εἴδωλα.
911  GEN 31:37  καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη τοῦ οἴκου μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θὲς ὧδε ἐνώπιον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν.
920  GEN 31:46  Εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ, συλλέγετε λίθους· καὶ συνέλεξαν λίθους, καὶ ἐποίησαν βουνόν· καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ· καὶ εἶπεν αὐτῷ Λάβαν, ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον.
922  GEN 31:48  Εἶπε δὲ Λάβαν τῷ Ἰακὼβ, ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· μαρτυρεῖ ὁ βουνὸς οὗτος, καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα, βουνὸς μαρτυρεῖ.
924  GEN 31:50  Εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λάβῃς γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐθεὶς μεθʼ ἡμῶν ἐστιν ὁρῶν· Θεὸς μάρτυς μεταξὺ ἐμοῦ καὶ μεταξὺ σοῦ. Καὶ εἶπε Λάβαν τῷ Ἰακὼβ, ἰδοὺ ὁ βουνὸς οὗτος καὶ μάρτυς ἡ στήλη αὕτη.
969  GEN 33:8  Καὶ εἶπε, τί ταῦτά σοι ἐστὶν, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε.
976  GEN 33:15  Εἶπε δὲ Ἡσαῦ, καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετʼ ἐμοῦ· ὁ δὲ εἶπεν, ἱνατί τοῦτο; ἱκανὸν ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε.
980  GEN 33:19  Καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἐμμὼρ πατρὸς Συχὲμ, ἑκατὸν ἀμνῶν.
1002  GEN 34:21  Οἱ ἄνθρωποι οὗτοι εἰρήνικοί εἰσι, μεθʼ ἡμῶν οἰκείτωσαν επὶ τῆς γῆς, καὶ ἐμπορευέσθωσαν αὐτήν· ἡ δὲ γῆ ἰδοὺ πλατεῖα ἐναντίον αὐτῶν· τὰς θυγατέρας αὐτῶν ληψόμεθα ἡμῖν γυναῖκας, καὶ τὰς θυγατέρας ἡμῶν δώσομεν αὐτοῖς.
1025  GEN 35:13  Ἀνέβη δὲ ὁ Θεὸς ἀπʼ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετʼ αὐτοῦ.
1029  GEN 35:17  Ἐγένετο δὲ ἐν τῷ σκληρὼς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα, θάρσει, καὶ γὰρ οὗτός σοι ἐστὶν υἱός.
1038  GEN 35:26  Υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας, Γὰδ, καὶ Ἀσήρ· οὗτοι υἱοὶ Ἰακὼβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.
1039  GEN 35:27  Ἦλθε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ, εἰς πόλιν τοῦ πεδίου· αὕτη ἐστὶ Χεβρὼν ἐν γῇ Χαναὰν, οὗ παρῴκησεν Ἁβραὰμ καὶ Ἰσαάκ.
1042  GEN 36:1  Αὗται δὲ αἱ γενέσεις Ἡσαῦ· αὐτός ἐστιν Ἐδώμ.
1046  GEN 36:5  Καὶ Ὀλιβεμὰ ἔτεκε τὸν Ἰεοὺς, καὶ τὸν Ἰεγλὸμ, καὶ τὸν Κορέ· οὗτοι υἱοὶ Ἡσαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν.
1050  GEN 36:9  Αὗται δὲ αἱ γενέσεις Ἡσαῦ πατρὸς Ἐδὼμ ἐν τῷ ὄρει Σηείρ.
1053  GEN 36:12  Θαμνὰ δὲ ἦν παλλακὴ Ἑλιφὰς τοῦ υἱοῦ Ἡσαῦ· καὶ ἔτεκε τῷ Ἑλιφὰς τὸν Ἀμαλήκ· οὗτοι υἱοὶ Ἀδὰς γυναικὸς Ἡσαῦ.
1054  GEN 36:13  Οὗτοι δὲ υἱοὶ Ῥαγουὴλ, Ναχὼθ, Ζαρὲ, Σομὲ, καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ.
1055  GEN 36:14  Οὗτοι δὲ υἱοὶ Ὀλιβεμὰς θυγατρὸς Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν, γυναικὸς Ἡσαῦ· ἔτεκε δὲ τῷ Ἡσαῦ τὸν Ἰεοὺς, καὶ τὸν Ἰεγλὸμ, καὶ τὸν Κορέ.
1056  GEN 36:15  Οὗτοι ἡγεμόνες υἱοὶ Ἡσαῦ· υἱοὶ Ἑλιφὰς πρωτοτόκου Ἡσαῦ· ἡγεμὼν Θαιμὰν, ἡγεμὼν Ὠμὰρ, ἡγεμὼν Σωφὰρ, ἡγεμὼν Κενὲζ,
1057  GEN 36:16  ἡγεμὼν Κορὲ, ἡγεμὼν Γοθὼμ, ἡγεμὼν Ἀμαλήκ· οὗτοι ἡγεμόνες Ἑλιφὰς ἐν γῇ Ἰδουμαίᾳ· οὗτοι υἱοὶ Ἀδάς.
1058  GEN 36:17  Καὶ οὗτοι υἱοὶ Ῥαγουὴλ υἱοῦ Ἡσαῦ· ἡγεμὼν Ναχὼθ, ἡγεμὼν Ζαρὲ, ἡγεμὼν Σομὲ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ῥαγουὴλ ἐν γῇ Ἐδώμ· οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ.
1059  GEN 36:18  Οὗτοι δὲ υἱοὶ Ὀλιβεμὰς γυναικὸς Ἡσαῦ· ἡγεμὼν Ἰεοὺς, ἡγεμὼν Ἰεγλὸμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες Ὀλιβεμὰς θυγατρὸς Ἀνὰ γυναικὸς Ἡσαῦ.
1060  GEN 36:19  Οὗτοι υἱοὶ Ἡσαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν· οὗτοί εἰσιν υἱοὶ Ἐδώμ.
1061  GEN 36:20  Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χοῤῥαίου, τοῦ κατοικοῦντος τὴν γῆν· Λωτὰν, Σωβὰλ, Σεβεγὼν, Ἀνὰ,
1062  GEN 36:21  καὶ Δησὼν, καὶ Ἀσὰρ, καὶ Ῥισών· οὗτοι ἡγεμόνες τοῦ Χοῤῥαίου, τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ Ἐδώμ.
1064  GEN 36:23  Οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὰμ, καὶ Μαναχὰθ, καὶ Γαιβὴλ, καὶ Σωφὰρ, καὶ Ὠμάρ.